carmina libraria Antonius Philoteus, Aetnae topographia, 2

Testo base di riferimento: Venetiis, apud Moschium, 1591


Τοῦ αὐτοῦ

 

Aἶτνα πυρὸς ῥύακας προβάλλουσ’ αἰὲν ὁτ’ αἴθει

      Δείκνυσιν ἐντεῦθεν κλήσιος ἡ ἧς ἔτυχεν.

Νῆσον ἐπαυγάζει φλόγας ἠΰτε λαμπάδας αἴρει,

      Ἐκδέχετ’ ἐξ ὄρεος φῶς ἔτι καὶ πεδίον.

5

Ἀλλ’ ὁ γράφων χώραις αὐτὴν, καὶ οὔρει δῶκεν,

      Καὶ πυρὶ φῶς μάλα, καὶ τοὔνομ’ ἀπειρέσιον.

Ἐμφαίνων χλοερούς τε τόπους κραναόν τε κάρηνον,

      Τῶν περιναιόντων ἤθεα φῦλα τρόπους.

Βιβλίον οὖν λάμπει στίλβον τόγε πλεῖον ἁπάντων

10

      Οὔρεϊ καὶ πυρὶ φῶς ἀΐδιον παρέχον.